TLG 0389 001 :: ACTA PETRI :: Martyrium Petri ACTA PETRI Apocryph.
Hagiogr. Martyrium Petri Source: Vouaux, L. (ed.), Les actes de Pierre. Paris: Letouzey & Ané, 1922: 398–466. Citation: Section — (line) | ||
t | Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Πέτρου. | |
30 | Κυριακῆς οὔσης, ὁμιλοῦντος τοῦ Πέτρου τοῖς ἀδελφοῖς, καὶ προτρέποντος εἰς τὴν τοῦ Χριστοῦ πίστιν, παρόντων πολλῶν συγκλητικῶν καὶ ἱππικῶν πλειόνων καὶ γυναικῶν πλουσίων (καὶ) ματρωνῶν καὶ στηριζομένων τῇ πίστει, μία τις ἔνθα οὖσα γυνὴ | |
5 | πάνυ πλουσία, ἥτις τὴν ἐπίκλησιν Χρυσὴ εἶχεν, διὰ τὸ πᾶν αὐτῆς σκεῦος χρύσεον ὑπάρχειν—ἥτις γεννηθεῖσα οὔτε ἀργυρέῳ ποτὲ σκεύει ἐχρήσατο οὔτε ὑελῷ, εἰ μὴ μόνοις χρυσέοις—εἶπεν τῷ | |
---|---|---|
Πέτρῳ· Πέτρε, θεοῦ δοῦλε· εἰς ὄναρ ἐμοὶ παραστὰς ὃν λέγεις θεὸν εἶπεν· Χρυσή, Πέτρῳ τῷ διακόνῳ μου ἀποκόμισον μυρίους | 398 | |
10 | χρυσίνους· ὀφείλεις γὰρ αὐτῷ. Ἐκόμισα οὖν φοβουμένη, μήτι κακὸν πάθω ὑπὸ τοῦ ὀφθέντος μοι, εἰς οὐρανὸν ἀπερχομένου. Καὶ ταῦτα εἰποῦσα καὶ θεῖσα τὸ χρῆμα ἀπηλλάγη. Ὁ δὲ Πέτρος ἰδὼν ἐδόξασεν τὸν κύριον, ὅτι ἤμελλον οἱ θλιβόμενοι ἀναψύχειν. Τινὲς οὖν τῶν παρόντων ἔλεγον αὐτῷ· Πέτρε, οὐ κακῶς ἐδέξω τὸ χρῆμα | |
15 | τοῦτο παρ’ αὐτῆς; Διαβέβληται γὰρ ἐν ὅλῃ τῇ Ῥώμῃ ἐπὶ πορνείᾳ, καὶ ὅτι οὐ προσέχει ἑνὶ ἀνδρί· μέχρι γὰρ καὶ τῶν ἰδίων νεανίσκων πρόσεισι. Μὴ κοινώνει οὖν τῇ Χρυσῇ τραπέζῃ, ἀλλὰ πεμφθῇ ἐπ’ αὐτὴν τὸ παρ’ αὐτῆς. Ὁ δὲ Πέτρος ἀκούσας καὶ | |
γελάσας εἶπεν τοῖς ἀδελφοῖς· Αὕτη τίς μὲν ἔστιν τὸν ἄλλον βίον, | 400 | |
20 | οὐκ οἶδα. Ὅτι δὲ τὸ χρῆμα τοῦτο ἐδεξάμην, οὐ μάτην ἐδεξάμην· παρεῖχεν γὰρ ὡς χρεώστρια τοῦ Χριστοῦ, καὶ δίδωσιν αὐτὸ τοῖς τοῦ Χριστοῦ δούλοις· αὐτὸς γὰρ αὐτῶν προενόησεν. | |
31 | Ἔφερον δὲ καὶ τοὺς κάμνοντας πρὸς αὐτὸν ἐν τῷ σαββάτῳ, δεόμενοι ὅπως ἀνασφάλωσιν τῶν νόσων. Καὶ ἰῶντο πολλοὶ παραλυτικοὶ καὶ ποδαγρικοὶ καὶ ἡμιτριταῖοι καὶ τεταρτί‐ ζοντες, καὶ πάσης νόσου σωματικῆς ἰῶντο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ | |
5 | πιστεύοντες, καὶ πάνπολλοι εἰς τὴν τοῦ κυρίου χάριν καθ’ ἑκάστην ἡμέραν προσετίθεντο. Σίμων δὲ ὁ μάγος τῷ ὄχλῳ ἡμερῶν ὀλίγων διελθουσῶν ὑπισχνεῖτο τὸν Πέτρον ἀπελέγξαι, μὴ πεπιστευκότα θεῷ | |
ἀληθινῷ, ἀλλ’ ἠπατημένῳ. Πολλὰς οὖν φαντασίας ποιοῦντος αὐτοῦ οἱ ἤδη ἑδραῖοι τῶν μαθητῶν κατεγέλων αὐτοῦ. Ἐν τρικλίνοις | 402 | |
10 | γὰρ ἐποίει πνεύματά τινα πρὸς αὐτοὺς εἰσάγεσθαι, φαινόμενα μόνον, οὐκ ὄντα δὲ ἀληθῶς. Καὶ τί γὰρ λέγειν; Διεληλεγμένου αὐτοῦ διὰ πολλῶν ἐπὶ μαγίᾳ, καὶ χωλοὺς ἐποίησεν φαίνεσθαι ὑγιεῖς πρὸς βραχὺ καὶ τυφλοὺς ὁμοίως, καὶ νεκροὺς ἅπαξ πολλοὺς ἔδοξε ζωοποιεῖν καὶ κινεῖσθαι, ὥσπερ καὶ τὸν Στρατόνικον. Ταῦτα δὲ | |
15 | πάντα ὁ Πέτρος ἀκολουθῶν διήλεγχεν αὐτὸν πρὸς τοὺς ὁρῶντας. Καὶ δὴ ἀεὶ ἀσχημονοῦντος καὶ ἐγγελωμένου ὑπὸ τοῦ Ῥωμαίων ὄχλου καὶ ἀπιστουμένου ἐφ’ οἷς ὑπισχνεῖτο ποιεῖν μὴ ἐπιτυγχάνον‐ τος, ἐν τούτῳ τοῦτον πάντα εἰπεῖν αὐτοῖς· Ἄνδρες Ῥωμαῖοι, | |
νῦν δοκεῖτέ μου κατισχῦσαι τὸν Πέτρον ὡς δυνατώτερον καὶ μᾶλλον | 404 | |
20 | αὐτῷ προσέχετε· ἠπάτησθε. Αὔριον γὰρ ἐγὼ καταλιπὼν ὑμᾶς ἀθεοτάτους καὶ ἀσεβεστάτους, ἀναπτήσομαι πρὸς τὸν θεόν, οὗ | |
ἡ δύναμις ἐγώ εἰμι ἀσθενήσασα. Εἰ οὖν ὑμεῖς πεπτώκατε, ἰδὲ ἐγώ εἰμι ὁ Ἑστώς· καὶ ἀνέρχομαι πρὸς τὸν πατέρα καὶ ἐρῶ αὐτῷ· Κἀμὲ τὸν Ἑστῶτα υἱόν σου κατακλῖναι ἠθέλησαν· ἀλλὰ μὴ συνθέ‐ | 406 | |
25 | μενος αὐτοῖς εἰς ἐμαυτὸν ἀνέδραμον. | |
32 | Καὶ ἤδη τῇ ἐπιούσῃ ὁ ὄχλος πλείων συνήρχετο εἰς σάκραν βίαν, ὅπως ἴδωσιν αὐτὸν πετώμενον. Ὁ δὲ Πέτρος ὅραμα θεασόμενος ἧκεν ἐπὶ τὸν τόπον, ὅπως αὐτὸν καὶ ἐν τούτῳ ἐλέγξῃ· ὅτε γὰρ εἰσίει εἰς τὴν Ῥώμην, ἐξέστησεν τοὺς ὄχλους | |
5 | πετώμενος. Ἀλλ’ οὔπω Πέτρος ὁ ἐλέγχων αὐτὸν ἦν ἐνδημῶν τῇ | |
Ῥώμῃ ἥνπερ οὕτως πλανῶν ἐφάντασεν, ὡς ἐκστῆναί τινας ἐπ’ αὐτῷ. Στὰς οὖν οὗτος ἐν τόπῳ ὑψηλῷ καὶ θεασάμενος τὸν Πέτρον, ἤρξατο λέγειν. Πέτρε, νῦν μάλιστα ὅταν ἀνέρχομαι κατέναντι τούτων πάντων θεωρουμένων λέγω σοι· Εἰ σοῦ ὁ θεὸς δύναται, ὃν Ἰουδαῖοι | 408 | |
10 | ἀνεῖλον καὶ ὑμᾶς ἐλιθοβόλησαν τοὺς ὑπ’ ἐκεῖνον ἐκλελεγμένους, δειξάτω ὅτι θεοῦ ἐστιν ἡ πίστις αὐτοῦ, φανήτω ἐπὶ τούτῳ, εἰ ἀξία θεοῦ ἐστιν. Ἐγὼ γὰρ ἀνελθὼν ἑαυτὸν ἐπιδείξω τῷ ὄχλῳ τούτῳ παντὶ ὅστις εἰμί. Καὶ ἰδοὺ ἀρθέντος αὐτοῦ εἰς τὸ ὕψος καὶ πάντων ὁρώντων αὐτὸν εἰς ὅλην τὴν Ῥώμην, καὶ ὑπὲρ τοὺς ναοὺς αὐτῆς | |
15 | καὶ τὰ ὄρη ἠρμένον, ἀφεώρων οἱ πιστοὶ εἰς τὸν Πέτρον. Καὶ ὁ | |
Πέτρος ἰδὼν τὸ παράδοξον τοῦ θεάματος ἐβόησεν πρὸς τὸν κύριον Ἰησοῦν Χριστόν· Ἐὰν ἀφῇς τοῦτον ποιῆσαι ὃ ἐπεχείρησεν, νῦν πάντες οἱ εἰς σὲ πιστεύσαντες σκανδαλισθήσονται καὶ ἔσται ἃ δι’ ἐμοῦ ἔδωκας αὐτοῖς σημεῖα καὶ τέρατα ἄπιστα· τάχυνον κύριε τὴν χάριν | 410 | |
20 | σου, καὶ καταπεσόντος αὐτοῦ ἄνωθεν, ἐκλ(υθ)εὶς συστῇ καὶ μὴ ἀποθάνῃ, ἀλλὰ (κε)νωθῇ καὶ τὸ σκέλος κατεάξῃ ἐκ τριῶν τόπων. Καὶ καταπεσόντος αὐτοῦ ἄνωθεν τὸ σκέλος κατέαξεν ἐκ τριῶν τόπων. Τότε αὐτὸν λιθοβολήσαντες ἕκαστος εἰς τὰ ἴδια ἀνεχώρησαν, Πέτρῳ τὸ λοιπὸν πάντες πειθόμενοι. | |
25 | Εἷς δέ τις ἐλθὼν διὰ τάχους ἐξ ὁδοῦ τῶν φίλων τοῦ Σίμωνος, | |
Γέμελλος ὀνόματι, παρ’ οὗ πολλὰ ἔλαβεν ὁ Σίμων, Ἑλληνίδα τινὰ γυναῖκα ἐσχηκώς, ἰδὼν αὐτὸν κατεάξατα τὸ σκέλος εἶπεν· Σίμων, εἰ ἡ δύναμις τοῦ θεοῦ κατάσσεται, μὴ καὶ αὐτὸς ὁ θεός, οὗ δύναμις εἶ, τυφλωθήσεται; Δραμὼν οὖν καὶ ὁ Γέμελλος | 412 | |
30 | ἠκολούθει τῷ Πέτρῳ λέγων αὐτῷ· Κἀγὼ τῶν ἐπὶ Χριστὸν πιστευόν‐ των εὔχομαι εἶναι. Ὁ δὲ Πέτρος· Τίς οὖν ὁ φθόνος, ἔφη, ἄδελφέ μου; ἐλθὲ καὶ παρέδρευε. Ὁ δὲ Σίμων ἐν τῇ συμφορᾷ γενόμενος εὗρέν τινας τοὺς διακομίσαντας αὐτὸν νυκτὸς κραββάτῳ ἀπὸ Ῥώμης εἰς Ἀρικίαν· κἀκεῖ ἐπιμείνας ἀπηνέχθη πρός τινα | |
35 | Ῥώμης ἐξορισθέντα Κάστωρα εἰς Ταρακίναν ἐπ’ αἰτίᾳ μα‐ γικῇ· κἀκεῖ κατατεμνόμενος, τὸ πέρας τοῦ βίου ὁ τοῦ διαβόλου | |
ἄγγελος ἔδωκεν Σίμων. | 414 | |
33 | Ὁ δὲ Πέτρος ἦν ἐν τῇ Ῥώμῃ ἀγαλλιώμενος μετὰ τῶν ἀδελφῶν ἐν τῷ κυρίῳ καὶ εὐχαριστῶν νυκτὸς καὶ ἡμέρας ἐπὶ τῷ ὄχλῳ τῷ καθημερινῷ τῷ προσαγομένῳ τῷ ὀνόματι τῷ ἁγίῳ τῇ τοῦ κυρίου χάριτι. Συνήγοντο δὲ καὶ αἱ παλλακίδες τοῦ | |
5 | πραιφέκτου Ἀγρίππα πρὸς τὸν Πέτρον, τέσσαρες οὖσαι, Ἀγριπ‐ | |
πῖνα καὶ Νικαρία καὶ Εὐφημία καὶ Δῶρις. Ἀκούουσαι τὸν τῆς ἁγνείας λόγον καὶ πάντα τὰ τοῦ κυρίου λόγια, ἐπλήγησαν τὰς ψυχάς, καὶ συνθέμεναι ἀλλήλαις ἁγναὶ τῆς Ἀγρίππα κοίτης διαμεῖναι ἠνοχλοῦντο ὑπ’ αὐτοῦ. Ἀποροῦντος οὖν τοῦ Ἀγρίππα καὶ | 416 | |
10 | λυπουμένου περὶ αὐτῶν—καὶ μάλιστα τούτων ἤρα—ἐπετηρεῖτο οὖν καὶ ὑποπέμψας ὅπου ἀπήρχοντο, μανθάνει ὅτι πρὸς τὸν Πέτρον. Ἔλεγεν οὖν αὐταῖς ἐλθούσαις· Μὴ κοινωνεῖν ἐμοὶ ὁ Χριστιανὸς ἐκεῖνος ἐδίδαξεν ὑμᾶς· γινώσκετε ὅτι καὶ ὑμᾶς ἀπολέσω κἀκεῖνον ζῶντα καύσω. Αὐταὶ μὲν οὖν ὑπέμειναν πάντα τὰ κακὰ | |
15 | παθεῖν ὑπὸ τοῦ Ἀγρίππα, μόνον ἵνα μηκέτι οἰστρηλατῶνται, ἐνδυναμούμεναι τῷ κράτει τοῦ Ἰησοῦ. | |
34 | Μία δέ τις γυνὴ καὶ μάλιστα εὐμορφοτάτη, γαμετὴ Ἀλβίνου τοῦ Καίσαρος φίλου, Ξαντίππη ὀνόματι, ἅμα ταῖς λοιπαῖς ματρώναις καὶ αὐτὴ συνήρχετο πρὸς τὸν Πέτρον καὶ αὐτὴ τοῦ Ἀλβίνου ἀπέστη. Ἐκεῖνος οὖν μαινόμενος καὶ ἐρῶν | 418 |
5 | τῆς Ξανθίππης καὶ θαυμάζων ὅτι οὐδὲ ἐπ’ αὐτῆς τῆς κλίνης καθεύδει ἅμα αὐτῷ, ὡς θηρίον ἠγριαίνετο, βουλόμενος τὸν Πέτρον διαχειρίσασθαι· ἔγνω γὰρ αὐτὸν παραίτιον γεγονότα τοῦ χωρισμοῦ τῆς κοίτης. Πολλαὶ δὲ καὶ ἄλλαι γυναῖκες τοῦ λόγου τῆς ἁγνείας ἐρασθεῖσαι τῶν ἀνδρῶν ἐχωρίζοντο, καὶ ἄνδρες τῶν ἰδίων γυναι‐ | |
10 | κῶν τὰς κοίτας ἐχώριζον διὰ τὸ σεμνῶς καὶ ἁγνῶς θέλειν αὐτοὺς θεοσεβεῖν. Θορύβου οὖν μεγίστου ὄντος ἐν τῇ Ῥώμῃ καὶ τοῦ Ἀλβίνου δηλώσαντος τὰ κατ’ αὐτὸν τῷ Ἀγρίππᾳ λέγοντος αὐτῷ· Ἢ σύ με ἐκδίκησον ἀπὸ τοῦ χωρίσαντος τὴν γυναῖκά μου Πέτρου, ἢ ἐγὼ ἐμαυτὸν ἐκδικήσω, καὶ ὁ Ἀγρίππας ταὐτὰ | 420 |
15 | ἔλεγεν πεπονθέναι ὑπ’ αὐτοῦ, χωρίσαντός μου τὰς παλλακίδας. Καὶ ὁ Ἀλβῖνος πρὸς αὐτόν· Τί οὖν περιμένεις, Ἀγρίππα; Εὕρωμεν αὐτόν, καὶ ὡς περίεργον ἄνδρα ἀνέλωμεν, ὅπως ἕξωμεν ἡμῶν τὰς γυναῖκας, ἵνα κἀκείνους ἐκδικήσωμεν τοὺς μὴ δυνα‐ μένους αὐτὸν ἀνελεῖν, ὧν καὶ αὐτῶν ἀπέστησεν τὰς γυναῖκας. | |
35 | Ὡς δὲ ταῦτα ἐσκέπτοντο, γνοῦσα ἡ Ξαντίππη | |
τοῦ ἀνδρὸς τὴν συμβουλίαν τὴν πρὸς τὸν Ἀγρίππαν, πέμψασα ἐδήλωσεν τῷ Πέτρῳ, ὅπως ἐξέλθῃ ἀπὸ τῆς Ῥώμης. Καὶ οἱ λοιποὶ ἀδελφοὶ ἅμα τῷ Μαρκέλλῳ παρεκάλουν αὐτὸν ἐξελθεῖν. Ὁ δὲ | 422 | |
5 | Πέτρος εἶπεν αὐτοῖς· Δραπετεύωμεν, ἀδελφοί; Οἱ δὲ ἔλεγον αὐτῷ· Οὔ, ἀλλ’ ὡς ἕτι σου δυναμένου ὑπηρετεῖν τῷ κυρίῳ. Πεισθεὶς δὲ τοῖς ἀδελφοῖς ἐξῆλθεν μόνος, εἰπών· Μηδεὶς ὑμῶν ἐξερχέσθω σὺν ἐμοί, ἀλλ’ ἐξέρχομαι μόνος, μεταμφιάσας τὸ σχῆμά μου. Ὡς δὲ ἐξῄει τὴν πύλην, εἶδεν τὸν κύριον εἰσερχόμενον εἰς | 424 |
10 | τὴν Ῥώμην. Καὶ ἰδὼν αὐτὸν εἶπεν· Κύριε, ποῦ ὧδε; Καὶ ὁ κύριος αὐτῷ εἶπεν· Εἰσέρχομαι εἰς τὴν Ῥώμην σταυρωθῆναι. Καὶ ὁ Πέτρος εἶπεν αὐτῷ· Κύριε, πάλιν σταυροῦσαι; Εἶπεν | |
αὐτῷ· Ναί, Πέτρε, πάλιν σταυροῦμαι. Καὶ ἐλθὼν εἰς ἑαυτὸν ὁ Πέτρος καὶ θεασάμενος τὸν κύριον εἰς οὐρανὸν ἀνελθόντα, ὑπέσ‐ | 426 | |
15 | τρεψεν εἰς τὴν Ῥώμην ἀγαλλιώμενος καὶ δοξάζων τὸν κύριον, ὅτι αὐτὸς εἶπεν· Σταυροῦμαι· ὃ εἰς τὸν Πέτρον ἤμελλεν γίνεσθαι. | |
36 | Ἀναβὰς οὖν πάλιν πρὸς τοὺς ἀδελφοὺς ἔλεγεν αὐτοῖς τὸ ὁραθὲν αὐτῷ· κἀκεῖνοι ἐπένθουν τῇ ψυχῇ, κλαίοντες καὶ λέγοντες· Παρακαλοῦμέν σε, Πέτρε· ἡμῶν τῶν νεωτέρων φρόντισον. Καὶ ὁ Πέτρος αὐτοῖς ὅτι· Ἐὰν ᾖ τοῦ κυρίου τὸ θέλημα, | |
5 | γίνεται, καὶ ἐὰν ἡμεῖς μὴ θέλωμεν. Ὑμᾶς δὲ ὁ κύριος στηρίξαι δυνατός ἐστιν εἰς τὴν πίστιν αὐτοῦ, καὶ θεμελιώσει ἐν αὐτῷ καὶ | |
πλατυνεῖ ἐν αὐτῷ, οὓς αὐτὸς ἐφύτευσεν, ἵνα καὶ ὑμεῖς ἄλλους φυτεύσητε δι’ αὐτοῦ. Ἐγὼ δέ, μέχρις με θέλει ὁ κύριος ἐν σαρκὶ εἶναι, οὐκ ἀντιλέγω· καὶ πάλιν θέλοντος λαβεῖν με, ἀγαλλιῶμαι | 428 | |
10 | καὶ εὐφραίνομαι. Ταῦτα τοῦ Πέτρου λαλοῦντος καὶ τῶν ἀδελφῶν πάντων κλαιόντων, ἰδοὺ στρατιῶται τέσσαρες αὐτὸν παραλαβόντες ἀπήγαγον τῷ Ἀγρίππᾳ. Κἀκεῖνος διὰ τὴν νόσον αὐτοῦ ἐπ’ αἰτίᾳ ἀθεότητος ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Συνέδραμεν οὖν τῶν ἀδελφῶν τὸ πλῆθος ὅλον πλουσίων τε καὶ πενήτων, ὀρφανῶν τε | |
15 | καὶ χηρῶν, ἀδυνάτων τε καὶ δυνατῶν, βουλόμενοι ἰδεῖν καὶ ἀφαρ‐ πάσαι τὸν Πέτρον, τῶν δήμων ἐκβοώντων ἀκατασχέτῳ καὶ μιᾷ φωνῇ· Τί ἠδίκησεν ὁ Πέτρος, Ἀγρίππα; Τί σε κακὸν διέθηκεν; Λέγε Ῥωμαίοις. Καὶ ἕτεροι ἔλεγον· Φοβητέον, μὴ ἐὰν οὗτος ἀποθάνῃ, καὶ ὁ κύριος αὐτοῦ ἀπολέσει ἡμᾶς πάντας. Καὶ ὁ Πέτρος | 430 |
20 | γενόμενος ἐπὶ τὸν τόπον, καταστείλας τὸν ὄχλον εἶπεν· Ἄνδρες, οἱ εἰς Χριστὸν στρατευόμενοι· ἄνδρες, οἱ ἐπὶ Χριστὸν ἐλπίζοντες· | |
μέμνησθε ὧν εἴδετε δι’ ἐμοῦ σημείων καὶ τεράτων, μέμνησθε τῆς συμπαθείας τοῦ θεοῦ, δι’ ὑμᾶς πόσας ἰάσεις ἐποίησεν. Ὑπομεί‐ νατε αὐτὸν ἐρχόμενον καὶ ἀποδίδοντα ἑκάστῳ κατὰ τὰς πράξεις | 432 | |
25 | αὐτοῦ. Καὶ νῦν πρὸς τὸν Ἀγρίππαν μὴ πικραίνεσθε· διάκονος γάρ ἐστιν τῆς πατρικῆς αὐτοῦ ἐνεργείας, καὶ πάντως τοῦτο γίνεται τοῦ κυρίου φανερώσαντός μοι τὸ συμβαῖνον. Ἀλλὰ τί μέλλω καὶ οὐ πρόσειμι τῷ σταυρῷ; | |
37 | Προσελθόντος δὲ καὶ παραστάντος τῷ σταυρῷ, ἤρξατο λέγειν· Ὦ ὄνομα σταυροῦ, μυστήριον ἀπόκρυφον· ὦ χάρις | |
ἀνέκφραστος ἐπὶ ὀνόματι σταυροῦ εἰρημένη· ὦ φύσις ἀνθρώπου χωρισθῆναι θεοῦ μὴ δυναμένη· ὦ ἄρρητε φιλία καὶ ἀχώριστε, | 434 | |
5 | διὰ χειλέων ῥυπαρῶν ἐκφαίνεσθαι μὴ δυναμένη· βιάζομαί σε νῦν πρὸς τῷ τέλει τῆς ἐνθάδε λύσεως ὑπάρχων· ὅστις εἶ δηλώσω σε· οὐκ ἠρεμίσω τὸ πάλαι μεμυκὸς τῇ ψυχῇ μου καὶ κρυπτόμενον τοῦ σταυροῦ τὸ μυστήριον. Σταυρὸς μὴ τοῦτο ὑμῖν ἔστω τὸ φαινόμενον, οἱ ἐπὶ Χριστὸν ἐλπίζοντες· ἕτερον γάρ τί ἐστιν παρὰ τὸ φαινόμενον | |
10 | τοῦτο κατὰ τὸ τοῦ Χριστοῦ πάθος. Καὶ νῦν μάλιστα, ὅτι δύνασθε οἱ δυνάμενοι ἀκοῦσαι ἐν ἐσχάτῃ ὥρᾳ καὶ τελευταίᾳ τοῦ βίου ὑπάρχοντός μου, ἀκούσατε· παντὸς αἰσθητηρίου χωρίσατε τὰς ἑαυ‐ τῶν ψυχάς, παντὸς φαινομένου, μὴ ὄντος ἀληθοῦς· πηρώσατε ὑμῶν τὰς ὄψεις ταύτας, πηρώσατε ὑμῶν τὰς ἀκοὰς ταύτας, τὰς | 436 |
15 | πράξεις τὰς ἐν φανερῷ· καὶ γνώσεσθε τὰ περὶ Χριστοῦ γεγονότα | |
καὶ τὸ ὅλον τῆς σωτηρίας ὑμῶν μυστήριον· καὶ ταῦτα ὑμῖν εἰρήσθω τοῖς ἀκούουσιν ὡς μὴ εἰρημένα. Ὥρα δέ σοι, Πέτρε, παραδοῦναι τὸ σῶμα τοῖς λαμβάνουσιν. Ἀπολάβετε οὖν, οἷς ἐστιν ἴδιον. Ἀξιῶ οὖν ὑμᾶς τοὺς δημίους, οὕτως με σταυρώσατε, ἐπὶ τὴν κεφαλὴν | 438 | |
20 | καὶ μὴ ἄλλως· καὶ διὰ τί, τοῖς ἀκούουσιν ἐρῶ. | 440 |
38 | Ὣς δὲ ἀπεκρέμασαν αὐτὸν ὃν ἠξίωσεν τρόπον, ἤρξατο πάλιν λέγειν· Ἄνδρες, οἷς ἐστιν ἴδιον τὸ ἀκούειν, ἐνωτίσασθε ἃ νῦν μάλιστα ὑμῖν ἀναγγελῶ ἀποκρεμάμενος. Γινώσκετε τῆς ἁπάσης φύσεως τὸ μυστήριον καὶ τὴν τῶν πάντων ἀρχὴν ἥτις | |
5 | γέγονεν. Ὁ γὰρ πρῶτος ἄνθρωπος, οὗ γένος ἐν εἴδει ἔχω ἐγώ, | |
κατὰ κεφαλὴν ἐνεχθεὶς ἔδειξεν γένεσιν τὴν οὐκ οὖσαν πάλαι· νεκρὰ γὰρ ἦν αὐτὴ μὴ κίνησιν ἔχουσα· κατασυρεὶς οὖν ἐκεῖνος ὁ καὶ τὴν ἀρχὴν τὴν ἑαυτοῦ εἰς γῆν ῥίψας, τὸ πᾶν τοῦτο τῆς διακοσμήσεως | 442 | |
συνεστήσατο, εἶδος ἀποκρεμασθεὶς (τῆς) κλήσεως, ἐν ᾗ τὰ δεξιὰ | 444 | |
10 | ἀριστερὰ ἔδειξεν καὶ τὰ ἀριστερὰ δεξιά, καὶ πάντα ἐνήλλαξεν τῆς φύσεως αὐτοῦ σημεῖα, ὡς καλὰ τὰ μὴ καλὰ νοῆσαι καὶ ἀγαθὰ τὰ ὄντως κακά· περὶ ὧν ὁ κύριος ἐν μυστηρίῳ λέγει· Ἐὰν μὴ ποιήσητε τὰ δεξιὰ ὡς τὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ ὡς τὰ δεξιὰ καὶ τὰ ἄνω ὡς τὰ κάτω καὶ τὰ ὀπίσω ὡς τὰ ἔμπροσθεν, οὐ μὴ ἐπιγνῶτε | |
15 | τὴν βασιλείαν. Ταύτην οὖν τὴν ἔννοιαν εἰς ὑμᾶς προάξας, καὶ τὸ σχῆμα ἐν ᾧ ὁρᾶτε ἀποκρεμάμενόν με, ἐκείνου διατύπωσίς ἐστιν τοῦ | |
πρώτως εἰς γένεσιν χωρήσαντος ἀνθρώπου. Ὑμεῖς οὖν, ἀγαπητοί μου, καὶ οἱ νῦν ἀκούοντες καὶ οἱ μέλλοντες ἀκούειν, λήξαντες τῆς πρώτης πλάνης ἐπαναδραμεῖν ὀφείλετε· προσῆκεν γὰρ ἐπι‐ | 446 | |
20 | βαίνειν τῷ τοῦ Χριστοῦ σταυρῷ, ὅστις ἐστὶν τεταμένος λόγος, εἷς καὶ μόνος, περὶ οὗ τὸ πνεῦμα λέγει· Τί γάρ ἐστιν Χριστὸς | |
ἀλλ’ ὁ λόγος, ἦχος τοῦ θεοῦ; Ἵνα λόγος ᾖ τοῦτο τὸ ὀρθὸν ξύλον, ἐφ’ ᾧ ἐσταύρωμαι· ἦχος δὲ τὸ πλάγιόν ἐστιν, ἀνθρώπου φύσις· ὁ δὲ ἧλος ὁ συνέχων ἐπὶ τῷ ὀρθῷ ξύλῳ τὸ πλάγιον κατὰ μέσου, | 448 | |
25 | ἡ ἐπιστροφὴ καὶ ἡ μετάνοια τοῦ ἀνθρώπου. | 450 |
39 | Ταῦτά μοι οὖν σοῦ γνωρίσαντος καὶ ἀποκαλύψαντος, λόγε, ζωῆς ξύλον νῦν ὑπ’ ἐμοῦ εἰρημένον, εὐχαριστῶ σοι οὐκ ἐν χείλεσιν τούτοις τοῖς προσηλωμένοις, οὐδὲ γλώσσῃ, δι’ ἧς ἀλήθεια καὶ ψεῦδος προέρχεται, οὐδὲ λόγῳ τούτῳ (τῷ) ὑπὸ τέχνης φύσεως | |
5 | ὑλικῆς προερχομένῳ, ἀλλ’ ἐκείνῃ τῇ φωνῇ εὐχαριστῶ σοι, βασιλεῦ, | |
τῇ διὰ σιγῆς νοουμένῃ, τῇ μὴ ἐν φανερῷ ἀκουομένῃ, τῇ μὴ δι’ ὀρ‐ γάνων σώματος προϊούσῃ, τῇ μὴ ἐν σάρκινα ὦτα πορευομένῃ, τῇ μὴ οὐσίᾳ φθαρτῇ ἀκουομένῃ, τῇ μὴ ἐν κόσμῳ οὔσῃ καὶ ἐν γῇ ἀφιεμένῃ, μηδὲ ἐν βίβλοις γραφομένῃ, μηδὲ τινὶ μὲν οὔσῃ, τινὶ | 452 | |
10 | δὲ οὐκ οὔσῃ· ἀλλὰ ταύτῃ, Ἰησοῦ Χριστέ, εὐχαριστῶ σοι· σιγῇ φωνῆς, ᾗ τὸ ἐν ἐμοὶ πνεῦμα σὲ φιλοῦν καὶ σοὶ λαλοῦν καὶ σὲ ὁρῶν ἐντυγχάνει. Σὺ καὶ μόνῳ πνεύματι νοητός· σύ μοι πατήρ, σύ | |
μοι μήτηρ, σύ μοι ἀδελφός, σὺ φίλος, σὺ δοῦλος, σὺ οἰκόνομος· σὺ τὸ πᾶν καὶ τὸ πᾶν ἐν σοί· καὶ τὸ ὂν σύ, καὶ οὐκ ἔστιν ἄλλο ὃ | 454 | |
15 | ἔστιν εἰ μὴ μόνος σύ. Ἐπὶ τοῦτον οὖν καὶ ὑμεῖς, ἀδελφοί, κατα‐ φυγόντες καὶ ἐν αὐτῷ μόνῳ τὸ ὑπάρχειν ὑμᾶς μαθόντες, ἐκείνων τεύξεσθε, ὧν λέγει ὑμῖν· ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Αἰτοῦμεν οὖν περὶ ὧν ἡμῖν | |
ὑπέσχου δοῦναι, ἀμίαντε Ἰησοῦ· αἰνοῦμέν σε, εὐχαριστοῦμέν σοι | 456 | |
20 | καὶ ἀνθομολογούμεθα, δοξάζοντές σε ἔτι ἀσθενεῖς ἄνθρωποι, ὅτι σὺ θεὸς μόνος καὶ οὐχ ἕτερος, ᾧ ἡ δόξα καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
40 | Ὡς δὲ τὸ παρεστὸς πλῆθος τὸ ἀμὴν μεγάλῳ ἤχῳ ἐφώνει, ἅμα αὐτῷ τῷ ἀμὴν τὸ πνεῦμα ὁ Πέτρος τῷ κυρίῳ παρέ‐ δωκεν. Ὁ δὲ Μάρκελλος, μηδὲ γνώμην τινὸς λαβών, ὃ μὴ ἐξὸν ἦν, ἰδὼν ὅτι ὁ μακάριος Πέτρος ἀπέπνευσεν, ἰδίαις χερσὶν καθε‐ | |
5 | λὼν αὐτὸν τοῦ σταυροῦ ἔλουσεν ἐν γάλακτι καὶ οἴνῳ· καὶ κόψας | |
χίας μνᾶς ἑπτὰ καὶ σμύρνης καὶ ἀλόης καὶ φύλλου ἄλλας πεν‐ τήκοντα, ἐσμύρνισεν αὐτοῦ τὸ λείψανον, καὶ γεμίσας μάκτραν λιθίνην τιμήματος πολλοῦ Ἀττικοῦ μέλιτος, ἐν τῷ ἰδίῳ αὐτοῦ μνημείῳ κατέθετο αὐτό. Ὁ δὲ Πέτρος Μαρκέλλῳ ἐπιστὰς νυκτὸς | 458 | |
10 | ἔλεγεν· Μάρκελλε, ἤκουσας τοῦ κυρίου λέγοντος· Ἄφετε τοὺς νεκροὺς θάπτεσθαι ὑπὸ τῶν ἰδίων νεκρῶν; Τοῦ δὲ Μαρκέλλου εἰρηκότος· Ναί, ὁ Πέτρος αὐτῷ εἶπεν· Ἐκεῖνα οὖν ἃ παρέσχου εἰς τὸν νεκρόν, ἀπώλεσας· σὺ γὰρ ζῶν ὑπάρχων ὡς νεκρὸς | |
νεκροῦ ἐπεμελήθης. Ὁ δὲ Μάρκελλος διυπνισθεὶς τοῦ Πέτρου | 460 | |
15 | τὸν ἐμφανισμὸν τοῖς ἀδελφοῖς διηγήσατο καὶ ἦν ἅμα τοῖς ὑπὸ Πέτρου στηριχθεῖσιν τῇ εἰς τὸν Χριστὸν πίστει, στηριζόμενος καὶ αὐτὸς ἔτι μᾶλλον μέχρι τῆς ἐπιδημίας Παύλου τῆς εἰς Ῥώμην. | |
41 | Ὁ δὲ Νέρων γνοὺς ὕστερον τὸν Πέτρον ἀπηλλαγ‐ μένον τοῦ βίου, ἐμέμψατο τῷ πραιφέκτῳ Ἀγρίππᾳ, ὅτι μὴ μετὰ γνώμης αὐτοῦ ἀνῃρέθη. Ἐβούλετο γὰρ αὐτὸν περισσοτέρᾳ κολάσει καὶ μεῖζον τιμωρήσασθαι· καὶ γάρ τινας τῶν πρὸς χεῖρα αὐτοῦ ὁ | |
5 | Πέτρος μαθητεύσας ἀποστῆναι αὐτοὺς ἐποίησεν· ὡς ὀργίλως διακεῖσθαι καὶ χρόνῳ ἱκανῷ τῷ Ἀγρίππᾳ μὴ λαλῆσαι. Ἐζήτει γὰρ πάντας τοὺς ὑπὸ τοῦ Πέτρου μαθητευθέντας ἀδελφοὺς ἀπολέσαι. Καὶ ὁρᾷ νυκτός τινα μαστίζοντα αὐτὸν καὶ λέγοντα· Νέρων, οὐ δύνασαι νῦν τοὺς τοῦ Χριστοῦ δούλους διώκειν ἢ ἀπολλύειν· ἀπέχου | 462 |
10 | οὖν τὰς χεῖρας ἀπ’ αὐτῶν. Καὶ οὕτως ὁ Νέρων περίφοβος γεγονὼς | |
ἐκ τῆς τοιαύτης ὀπτασίας ἀπέστη τῶν μαθητῶν ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν καὶ ὁ Πέτρος τοῦ βίου ἀπηλλάγη. Καὶ ἦσαν τὸ λοιπὸν οἱ ἀδελφοὶ ὁμοθυμαδὸν εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐν κυρίῳ, δοξάζοντες τὸν θεὸν καὶ σωτῆρα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν | 464 | |
15 | σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 466 |